† Ἡ ταπεινότης ἡ ἐμὴ διὰ τῆς παρούσης αὐτῆς ἐνυπογράφου καὶ ἐνσφραγίστον (sic) αὐλικῆς
ὁμολογίας χρεωστικῆς δηλοποιεῖ, ὡς ἔλαβεν ἤδη δανειακῶς διὰ χρείαν καὶ ἀνάγκην τῆς
ἐπαρχίας αὐτῆς παρὰ τῶν ἐν τῇ πολιτείᾳ ταύτῃ Φιλιπ(π)ουπόλεως διατελούντων πτωχῶν
χριστιανῶν
τόκου πρὸς πεντήκοντα γρ(όσια) τῷ πουγγίῳ τὸν χρόνον, ὧν τινῶν
μένειν διὰ παντὸς εὐεκποιήτων τοῦ τοκισμοῦ καὶ ἀμετακινήτων ἀπὸ τῆς ἐπαρχίας
ταύτης, κατὰ τὴν ἔννοιαν τοῦ περὶ τούτων ἐκδοθέντος Ἱεροῦ Πατριαρχικοῦ καὶ συνοδι
κοῦ Σιγγιλιώδους ἐν μεμβράναις Γράμματος, ὑπόσχεται ἡ ἐμὴ ταπεινότης πληροῦν
καὶ διδόναι τὸν ἐτήσιον αὐτῶν τόκον πρὸς τοὺς τιμιωτάτους Πρωτομαΐστορας τῶν ἐν
τῷ αὐτῷ Ἱερῷ σιγγιλλίῳ διαλαμβανομένων εὐλογημένων Ἐσναφ{ν}ίων τῆς πολιτείας
ταύτης, καταμετρῶσα ἀνελλιπῶς τῇ αὐτῶν τιμιότητι κατὰ τὴν κην Δεκεμβρί(ου) ἑκάστου
χρόνου, ἐπὶ τῷ διανέμεσθαι τοῖς ῥηθεῖσι πτωχοῖς κατὰ τὴν ἐν τῷ Σιγγιλλιώδει περίλη
ψιν. ὅθεν εἰς ἔνδειξιν καὶ διηνεκῆ τὴν ἀσφάλειαν ἐγένετο καὶ ἡ παροῦσα αὐτῆς
ἐνυπόγραφος καὶ ἐνσφράγιστος αὐλικὴ χρεωστικὴ ὁμολογία ἐπὶ μαρτυρίᾳ τῶν Πανιε
ρωτάτων αὐτῆς συναδελφῶν σεβασμίων Ἀρχιερέων, καὶ ἐδόθη τοῖς εἰρημένοις ἐσνα
φίοις ἐπὶ τῷ ἐναποτεθῆναι ἐν τῷ κιβοτίῳ τῶν Πτωχῶν.
[очертание на кръг, в който е написано] ἡ σφραγίς
Φιλιππουπόλεως Νικηφόρος ὑπόσχεται.
Χαλκιδόνος (sic) Ζαχαρίας Μάρτυς, Δέρκων Νικηφόρ(ος) Μάρτυς,
ῥασκοπρεσρένης Ἀνανίας Μάρτυς, Στρομνίτζης Κωνστάντι(ος) Μάρτυς.
Καὶ ἡ ἑτέρα ὁμολογία ὡσαύτως γεγραμμένη ἀπαραλλάκτως, τὸ δὲ διά
φορον αὐτῆς θέλει πληροῦται κατὰ τὴν Κυριακὴν τῶν βαΐων ἑκάστου χρόνου,
ἐν ὁποίῳ ἂν συμπέσοι μηνί.
αἱ ἄνωθεν δύο ὁμολογίαι μετὰ τοῦ Σιγγιλιώδους Γράμματος καὶ τῆς Πατριαρχικῆς
ἐπιστολῆς ἐσφραγισμένα παρὰ τῶν πέντε Ἐσναφ{ν}ίων ἐτέθησαν εἰς τὴν
Κάσσαν τῶν ἀμπατζίδων πρὸς φύλαξιν.
1830 Ἰουλίου 17
† ὁ Φιλιππουπόλεως Νικηφόρος βεβαιοῖ