(107) ἅπαντα, εἴτε ἐπὶ ζωῆς τοῦ ἀφιερωτοῦ, εἴτε καὶ μετὰ τὴν πρὸς Κύριον αὐτοῦ ἐκδημίαν, ἡ δὲ ἀφιερωθεῖσα
ποσότης τοῦ Κεφαλαίου Δέκα χιλιά(δες) Ν. 10000
ζηται ἀνέπαφος καὶ ἀνελλιπής, Συνισταμένη διὰ παντὸς ἐν ταῖς δυσὶν εἰρημέναις Αὐλικαῖς Ὁμολογίαις
τῆς Ἐπαρχίας φιλιππουπόλεως ἐπ’ ὀνόματι τῶν ἐνδεῶν γεγραμμέναις καὶ φυλαττομέναις ἐν τῷ
ἀσφαλεστέρῳ μέρει, ἢ ἐν τῷ Κιβωτίῳ τῶν Πτωχῶν. Ὀφείλωσι δὲ οἱ διοριζόμενοι ἐπιστάται καὶ ἐπί
τροποι τοῦ θεοφιλοῦς ἀφιερώματος τούτου, ὅ τε Ἱερώτατος ἤδη Μητροπολίτης Φιλιππουπόλεως, ὑπέρ
τιμος καὶ ἔξαρχος Θρᾴκης Δρογοβοιτίας, ἐν ἁγίῳ Πν(εύματ)ι ἀγαπητὸς καὶ περιπόθητος ἡμῶν Ἀδελφὸς καὶ Συλ
λειτουργὸς κύ(ριος) Νικηφόρ(ος), καὶ οἱ μετὰ ταῦτα κανονικῶς διαδεξόμενοι τὴν ἐπαρχίαν αὐτὴν, οἱ κατὰ
καιροὺς Τιμιώτατοι Πρόκριτοι καὶ Δημογέροντες τῆς Πολιτείας ταύτης καὶ οἱ πρόκριτοι ἐκ τῶν πέντε
ἐν αὐτῇ εὐλογημένων ῥουφετίων τῶν ἀμπατζήδων, καφταντζήδων, τζοχατζήδων, Γουναράδων
καὶ τζελέπηδων, ἐπιστατεῖν μετὰ ζήλου, καὶ διενεργεῖν ἀπαρατρέπτως τὰς διαταγὰς τοῦ ἀφιερωτοῦ, λαμ
βάνειν τε ἐν ἑκάστου χρόνου συμπληρώσει τὸν δεδουλευμένον τόκον τὸν αἰτήσιον (sic) τοῦ κεφαλαίου, ὄντα
ἤτοι πεντακόσια
θεοῦ καὶ καθαρῷ τῆς ψυχῆς συνειδότι ποιεῖν τῆς ἐλεημοσύνης τὴν διανομὴν τοῖς ὡς ἀληθῶς ἐνδε
έσι καὶ ἐλέους ἀξίοις ὁμογενέσι χριστιανοῖς τῆς Πολιτείας ταύτης φιλιππουπόλεως, οἱασδήποτε
τάξεως καὶ βαθμοῦ, προσέχοντος ἐπὶ πᾶσι καλῶς τοῦ κατὰ καιροὺς κανονικοῦ Ἀρχιερέως τῆς ἐπαρχίας
ταύτης, ὥσπερ δὴ καὶ τῶν λοιπῶν ἐπιτρόπων, καὶ συνεπιστατοῦντος ἐπὶ τῷ μένειν ἀναπόσπαστον
καὶ ἄθικτον μέχρι καὶ τοῦ λεπτοῦ τὸ Κεφάλαιον, αὐξανόμενον μᾶλλον, εἰ δυνατόν, ἐλαττούμενον δὲ
μηδόλως εἰς αἰῶνα τὸν ἅπαντα. Ταῦτα ἀπεφάνθη καὶ κεκύρωται Συνοδικῶς. Ὃς δ’ ἂν καὶ ὁποῖος
τῶν ἁπάντων, εἴτ’ ἐκ τοῦ Ἱεροῦ Καταλόγου, εἴτε ἐκ τοῦ συστήματος τῶν λαϊκῶν, γνώμης σκαιότητι καὶ
ἰδιοῤῥυθμίᾳ νικώμεν(ος), τολμήσῃ ποτὲ ἐναντιωθῆναι, διασεῖσαί τε καὶ παρεμποδίσαι τὴν ἀφιέρωσιν
ταύτην, ἢ ἰδιοποιηθῆναι καὶ ἀφελεῖν ἐξ αὐτῆς πολύ, ἢ ὀλίγον, ἢ τὴν ἐνέργειαν καὶ ἐξακολούθησιν
τῆς διαιτήσεως ταύτης παραχαράξαι καὶ μεταποιῆσαι, καὶ ὅλως θελήσῃ ἀνατρέψαι τὰ ἐν τῷ παρόντι
Συνοδικῶς ἐκπεφασμένα, ὁ τοιοῦτος ὅστις καὶ ἄν ᾖ, ὡς ἀλαζὼν καὶ κακότροπος, καὶ πολέμιος τῶν θε
οφιλῶν ἔργων, ἀφωρισμένος ὑπάρχῃ παρὰ τῆς Ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ καὶ ἀδιαιρέτου
Τριάδος τοῦ ἑνὸς τῇ φύσει μόνου θεοῦ, καὶ κατηραμένος καὶ ἁσυγχώρητος καὶ ἄλυτος μετὰ θάνατον
καὶ πάσαις ταῖς Πατρικαῖς καὶ συνοδικαῖς ἀραῖς ὑπεύθυνος, καὶ ἔνοχος τοῦ πυρὸς τῆς γεέννης, καὶ τῷ αἰωνίῳ
ἀναθέματι ὑπόδικος. Ὅθεν εἰς ἔνδειξιν καὶ διηνεκῆ τὴν ἀσφάλειαν ἀπελύθη καὶ τὸ παρὸν ἡ
μέτερον Πατριαρχικὸν καὶ Συνοδικὸν Σιγγιλιῶδες Γράμμα, καταστρωθὲν κᾂν τῷ Κώδικι τῆς καθ’
ἡμᾶς τοῦ χ(ριστο)ῦ Μεγάλης Ἐκκλησίας.
Ἐν ἔτει σωτηρί(ῳ) χιλιοστῷ ὀκτακοσιοστῷ Τριακοστῷ, κατὰ μῆνα Ἰούνιον, ἐπὶ νεμήσεως Γ΄.
† Ἀγαθάγγελος ἐν Χριστῷ τῷ Θεῷ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ρώμης καὶ οἰκουμενικὸς Πατριάρχης ἀποφαίνεται.
Πατριάρ(χης) Ἱ(ε)ροσολ(ύμων) καὶ Πάσ(ης) Παλαιστίνης Ἀθανάσι(ος)
Χαλκηδόν(ος) Ζαχαρί(ας). Δέρκων Νικηφό(ρος). Φιλιππουπόλεω(ς) Νικηφόρ(ος).
ρασκοπρεσρένης Ἀνανίας. Στρομνίτζης Κωνστάντιος.