† Ἀγαθάγγελος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ρώμης καὶ οἰκουμενικὸς Πατριάρχης
Τὰ ἔργα τῆς κατὰ θεὸν ἀρετῆς, ἅτε ψυχωφελῆ καὶ Μακαρισμοῦ πρόξενα, ἄξια δήπου καὶ
ἀντιλήψεως καὶ συστάσεως· οὕτω γὰρ αὐτά τε κρατύνεται, καὶ πᾶσαν φιλόθεον ψυχὴν εἰς μί
μησιν διεγείρει. Πολυειδῶν δὲ ὄντων τῶν εὐαρέστων θεῷ, ὑπερέχει ὁμολόγως τὸ τῆς ἐλεημο
σύνης θεοδίδακτον ἔργον, ῥυόμενον ψυχὰς ἐκ θανάτου, καὶ ἁμαρτιῶν κατακαλύπτον
πλήθη, καθά φησι τὰ ἱερὰ λόγια. Διὸ καὶ ἡ καθ’ ἡμᾶς τοῦ χ(ριστο)ῦ Μεγάλη ἐκκλησία τὰς
παρὰ τῶν φιλελεημόνων εὐσεβῶν προσαγομένας, καὶ ἐπὶ συστάσει τοῦ θεοφιλοῦς τούτου ἔρ
γου ἀφορώσας αἰτήσεις εὐμενῶς ἀποδεχομένη, οὐκ ἀπαναίνεται καὶ διὰ Γραμμάτων
αὐτῆς κατοχυροῦν, τὴν εὐσεβῆ ἐκείνων διαίτησιν ἀγαμένη τε καὶ θαυμάζουσα. Ἐπειδὴ τοί
νυν καὶ εἷς τῶν φιλοπτώχων καὶ φιλελεημόνων εὐσεβῶν, τέκνον γνήσιον τῆς ἁγίας τοῦ χ(ριστο)ῦ
ἐκκλησίας, τὸ μὲν ὄνομα αὐτοῦ ἐν ἀφανεῖ κεῖσθαι θελήσας, τὴν δὲ χριστιανικὴν καὶ φιλά
δελφον προαίρεσιν ἐπιδεικνύμενος, καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην ἔργῳ ἐπιδεῖξαι προῃ
ρημένος, προήχθη, χάριν ψυχικῆς καὶ σωματικῆς αὐτοῦ σωτηρί(ας) καὶ ὑγείας καὶ αἰωνίου Μνη
μοσύνου αὐτοῦ, προήχθη ἀφιερῶσαί τε καὶ ἀναθέσθαι κοινὸν καὶ ἀναπόσπαστον ἀνάθημα
καὶ ἀφιέρωμα διηνεκὲς τοῖς ἐν τῇ θεοσώστῳ Πολιτείᾳ φιλιππουπόλεως διατελοῦσιν οἱ
ασδήποτε τάξεως καὶ βαθμοῦ ἐνδεέσι καὶ πτωχοῖς χριστιανοῖς, ἀδελφοῖς ἡμῶν, καὶ ἀδελφοῖς
τοῦ Κυρίου ἡμῶν. Καὶ δὴ ἐξ ὧν ὁ Πλουσιόδωρος θεὸς ἐχαρίσατο αὐτῷ ἀγαθῶν, ἐξελόμεν(ος)
δέκα χιλιά(δας)
αὐτῆς θεοσώστου ἐπαρχίας φιλιππουπόλεως, ἀνὰ
τήκοντα
γραμμένας, ταῦτα πρὸς τὸ θεοφιλὲς ἔργον προσεδιωρίσατο, ἐγκρίνας καὶ ἐπιτρόπους, καὶ ἐπιστά
τας τόν τε κατὰ καιροὺς Ἀρχιερέα τῆς ἐπαρχίας ταύτης Ἱερώτατον Μητροπολίτην φιλιππουπόλεως,
καὶ τοὺς θεοσεβεστέρους καὶ εὐσυνειδητοτέρους τῶν ἐφεξῆς πέντε ἐσναφ{ν}ίων τῆς Πολιτείας ταύτης,
δηλ(αδὴ) τῶν Ἀμπατζήδ(ων), τῶν καφταντζή(δων), τῶν τζοχατζή(δων), τῶν γουναρά(δων) καὶ τῶν τζελέπιδων, ἔτι δὲ
καὶ τοὺς κατὰ καιρὸν τιμιωτάτους Δημογέροντας τοῦ τόπου καὶ προκρίτους, ὅπως ἐν ἑκάστου χρόνου συμ
πληρώσει, λαμβάνοντες τὸν ἐκ τοῦ διαληφθέντος κεφαλαίου ἐτήσιον Τόκον, εἰς χίλια Ν. 1000:
τοῖς ὡς ἀληθῶς χρείαν ἔχουσι, καὶ ἐλέους καὶ βοηθείας ἀξίοις χριστιανοῖς τῆς πολιτείας ταύτης δὶς
τοῦ ἐνιαυτοῦ, ὅ ἐστι, τὰ μὲν πεντακόσια
πὰ πεντακόσια, κατὰ τὰς ἡμέρας τῆς λαμπροφόρου ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν, ἐν εἰδήσει
πρὸ πάντων καὶ γνώμῃ καὶ θεοσεβεῖ παραστάσει τοῦ κατὰ καιροὺς Ἀρχιερέως καὶ γνησίου Κυριάρχου
τῆς ἐπαρχίας ταύτης, ἐπαγρυπνοῦντος εἴς τε τὴν ἀφιλοπρόσωπον εὐσυνείδητον καὶ ἁρμοδίαν ἐνέρ
γειαν καὶ διανομὴν τῆς ἐλεημοσύνης, καὶ ἐπὶ τῇ ἀναποσπάστῳ, ἀναφαιρέτῳ τε καὶ ἀμετακινή
τῳ διατηρήσει καὶ διανομῇ τοῦ Κεφαλαίου, φυλαττομένων ἐν ἀσφαλεῖ Μέρει τῶν συγκροτουσῶν
αὐτὸ εἰρημένων δύω αὐλικῶν ὁμολογιῶν, ἢ ἐν τῷ κιβωτίῳ τῶν Πτωχῶν ἐναποτιθεμέ
νων. Ταῦτα τοίνυν διαπράξασθαι προθέμενος ὁ θεοφιλὴς ἀνώνυμος χριστιανὸς καὶ τοι
ῷδε τρόπῳ τῆς Γνώμης τὸ φιλόπτωχον ἐπιδεικνύμενος, ἀνεκοινώσατο τῇ καθ’ ἡμᾶς τοῦ Χριστοῦ Με
γάλῃ Ἐκκλησίᾳ, τῇ τῶν εὐσεβῶν ἁπάντων Μητρί, καὶ ἐξῃτήσατο τοῦ θεοφιλοῦς αὐτοῦ ἔργου τὴν ἐπικύ
ρωσιν, καὶ δι’ ἡμετέρου Πατριαρχικοῦ καὶ Συνοδικοῦ Σιγγιλιώδους γράμματος, πρὸς ἀσφάλειαν μείζονα
καὶ διηνεκῆ καὶ ἀμεταποίητον ἐνέργειαν. Τούτου χάριν τὴν αἴτησιν αὐτοῦ εὐμενῶς προσηκάμενοι
ὡς εὔλογον καὶ δικαίαν, θεῷ τε φίλην, καὶ ἀνθρώποις ἐπαινετὴν, καὶ πρὸς βοήθειαν καὶ παραμυθίαν ἐν
δεῶν ὁμογενῶν ἀποτεινομένην, Γράφοντες ἀποφαινόμεθα Συνοδικῶς μετὰ τῶν περὶ ἡμᾶς
Ἱερωτάτων Ἀρχιερέων καὶ ὑπερτίμων τῶν ἐν Ἁγίῳ Πνεύματι Ἀγαπητῶν ἡμῶν ἀδελφῶν
καὶ συλλειτουργῶν, ἵνα ἡ παρὰ τοῦ θεοφιλοῦς ἀνωνύμου χριστιανοῦ διαληφθεῖσα ἀφιέρωσις τῶν
δέκα χιλιάδων γροσίων ἔχῃ τὸ κῦρος καὶ τὴν ἰσχὺν βεβαίαν καὶ ἀμετάθετον εἰς αἰῶνα τὸν